DiscoverἙλληνίζωμεν
Ἑλληνίζωμεν
Claim Ownership

Ἑλληνίζωμεν

Author: Ῥοδέριχος

Subscribed: 2Played: 23
Share

Description

Ἀκροάματα τῇ ἀρχαίᾳ ἑλληνικῇ γλώσσῃ ὑπὸ τοῦ Ῥοδερίχου ποιούμενα
9 Episodes
Reverse
Χαῖρε.Ἐνθάδε διάλογον ἀκούσει ὃς ἐν τῇ Μαδρίτῃ ἐγένετο τῇ ἡμέρᾳ 22ῃ τοῦ Αὐγούστου (τοῦ ἔτους 2023ου), ἐν τῷ Οὐρανῷ (https://culturaclasica.com/iii-ouranos). Πλὴν ἐμοῦ, τοῦ διαλόγου μετέχουσιν· ἡ Ἄννα καὶ ἡ Λίδα τῆς Ῥωμαϊκῆς Ἀγορᾶς (http://infororomano.blogspot.com), ἡ Τάνια, ἡ Ἄγγελα, ὁ Σιδώνιος, ὁ Λουκᾶς, ἡ Εὐγενία Μανωλίδου (τῆς Ἑλληνικῆς Ἀγωγῆς https://ellinikiagogi.gr), ἡ Ἰέννι Teichmann (τῆς Τριόδου https://www.triodos-trivium.com/about-us), ὁ Ἰωσήφ, ὁ Μιχαὴλ Ἄγγελος, ὁ Santiago, ἡ Καρολῖνα, ὁ Παῦλος Pezzuolo (τῆς Scholæ Hūmānisticæ https://www.scholahumanistica.com/#about_us).Πρῶτον μὲν ὀλίγα τῶν Ἑλληνικῶν Διαλόγων (https://dialogoi.es/9) ἀναφέρομεν. Ὕστερον δὲ περὶ τοῦ Οὐρανοῦ διαλεγόμεθα, μάλιστα περὶ ὧν ἐποιοῦμεν ἐν ταῖς ὑψηλοτέρου βαθμοῦ ἀγέλαις.Ἆρα καὶ σὺ μετέσχες ποτὲ τοιούτων συνόδων καὶ μαθημάτων; Ἆρ' ἐν νῷ ἔχεις μετέχειν;===========================================Τόδε το ἀκρόαμα πρῶτον ἐν τῷ Sprekaer (https://www.spreaker.com/show/hellenizomen) φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube (https://www.youtube.com/playlist?list=PLekO5KfEokKtNDe9LH3zWUvR6rNmqlxHz) καὶ ἐν ἄλλοις τόποις.Καὶ ἐν τῷ Spreaker καὶ ἐν τῷ YouTube ὑμῖν διαλέγεσθαι δύναμαι ἀποκρινομένοις. Καὶ ἐν τῷ δικτύῳ πάλαι Τουίτερ καλουμένῳ·https://twitter.com/RodericusἘν τῷ Facebook·https://www.facebook.com/Rodericus
Μετὰ δὴ πολὺν χρόνον οὐδὲν ἐνθάδε ποιήσας, τήμερον παρὰ μετόχοις τισὶν τῶν μαθημάτων ἢ ἀναγνώσεων τόδε τὸ ἀκρόαμα ποιῶ ἐν τοῖς Σελιανιτίκοις τῆς Πελοποννήσου νῦν τὸ εἰκοστὸν τρίτον ἔτος γιγνομένων, ἐν τῷ Ἑλληνικῳ Εἰδυλλίῳ (https://www.idyllion.eu). Τῆτες τῶν μαθημάτων διδάσκαλοι καὶ τῶν διαλόγων ἡγεμόνες ἐγένοντο ὁ Φλωριανός Feicht (ἢ Ψύλλα) καὶ ὁ Federico Aurora, παρ' οἷς δύο ἑβδομάδας τρὶς τῆς ἡμέρας ἐξῆν ἑλληνικὰ συγγράμματα ἀναγιγνώσκειν καὶ περὶ αὐτῶν ἑλληνιστὶ διαλέγεσθαι.Ὅτε τὸ ἀκρόαμα ἐποιήσαμεν (μεταξὺ οὐκ ὀλίγων θορύβων) ἔνιοι τῆς ἀγέλης μετέχοντες ἀπῆσαν εἴτε ἄλλα ποιοῦντες εἴτε ἤδη οἴκαδε ἀπελθόντες. Ἐνθάδε πλὴν ἐμαυτοῦ τῶνδε ἀκούσει· τοῦ Ἀντωνίου, τοῦ Ἑρρίκου, τοῦ Ματθίου, τῆς Τανίας, τοῦ Φεδερίκου, τῆς Φραγκίσκης.______________________________Τόδε το ἀκρόαμα πρῶτον ἐν τῷ Spreaker (https://www.spreaker.com/show/hellenizomen)φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube (https://www.youtube.com/playlist?list=PLekO5KfEokKtNDe9LH3zWUvR6rNmqlxHz) καὶ ἐν ἄλλοις τόποις.Καὶ ἐν τῷ Spreaker καὶ ἐν τῷ YouTube ὑμῖν διαλέγεσθαι δύναμαι ἀποκρινομένοις. Καὶ ἐν τῷ δικτύῳ πάλαι Τουίτερ καλουμένῳ·https://twitter.com/RodericusἘν τῷ Facebook·https://www.facebook.com/Rodericus
Μετὰ δὴ πολὺν χρόνον οὐδὲν ἐνθάδε ποιήσας (ἄλλοτε δὲ περὶ τούτου), σήμερον παρὰ μετόχοις τισὶν τῶν μαθημάτων ἢ ἀναγνώσεων τόδε τὸ ἀκρόαμα ποιῶ ἐν τοῖς Σελιανιτίκοις τῆς Πελοποννήσου νῦν τὸ εἰκοστὸν ἔτος γιγνομένων, ἐν τῷ Ἑλληνικῳ Εἰδυλλίῳ (https://www.idyllion.eu). Τῆτες τῶν μαθημάτων διδάσκαλος καὶ τῶν διαλόγων ἡγεμὼν ἐγένετο ὁ Federico Aurora (https://www.ub.uio.no/english/about/people/uhs/specialcollections-digitization/federia/index.html), Ἰταλὸς διδάσκαλος ἐν τῇ Νορβηγίᾳ τὸν βίον διάγων, παρ' ᾧ δύο ἑβδομάδας δὶς τῆς ἡμέρας ἑλληνικὰ συγγράμματα ἀναγιγνώσκοντες περὶ αὐτῶν διελεγὀμεθα· πρὸ μὲν μεσημβρίας περὶ προοιμίων τοῦ Πλάτωνος διαλόγων, μετὰ δὲ μεσημβρίαν περὶ τῶν Ἀριστοφάνους Ἐκκλησιαζουσῶν.Τὸ ἀκρόαμα ἐνεγράφθη δύο τῶν μετόχων ὀλίγαις ἡμέραις πρότερον ἀπελθόντων καὶ τριῶν ἄλλων τότε ἀπόντων. Δώδεκα γάρ, εἰ δὲ καλῶς οἱ ἀριθμοὶ παρ' ἐμοὶ ἔχουσιν, τῆς ἀγέλης μετείχομεν καίπερ οὐ πάντων ἅμα ἀεὶ παραγενομένων.Ἐνθάδε ἓξ μετόχων ἀκούσει, ἐμὲ οὖν καὶ τούσδε τοὺς πέντε· τὸν Φεδερίκον, τὴν Ἄνναν, τὴν Φραγκίσκαν, τὸν Ῥοβέρτον, τὸν Ἑρρίκον.______________________________Τόδε το ἀκρόαμα πρῶτον ἐν τῷ Spreaker (https://www.spreaker.com/show/hellenizomen)φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube (https://www.youtube.com/playlist?list=PLekO5KfEokKtNDe9LH3zWUvR6rNmqlxHz)καὶ ἐν τῷ Spotify καὶ ἐν ἄλλοις τόποις.Καὶ ἐν τῷ Spreaker καὶ ἐν τῷ YouTube ὑμῖν διαλέγεσθαι δύναμαι ἀποκρινομένοις. Καὶ ἐν τῷ Τουίτερ·https://twitter.com/RodericusἘν τῷ Facebook·https://www.facebook.com/Rodericus
Σήμερον παρ' ὀλίγοις τῶν ἑκατὸν τριάκοντα μετόχων τῶν ἐν Ποσνανίᾳ τῆς Πολωνίας μαθημάτων τόδε τὸ ἀκρόαμα ποιῶ.Αἱ σελίδες τούτων τῶν θερινῶν μαθημάτων·https://scholaaestivaposnaniensis.wordpress.comhttps://www.facebook.com/events/549811658871862______________________________Τόδε το ἀκρόαμα πρῶτον ἐν τῷ Spreaker (https://www.spreaker.com/show/hellenizomen)φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube (https://www.youtube.com/playlist?list=PLekO5KfEokKtNDe9LH3zWUvR6rNmqlxHz)καὶ ἐν τῷ Spotify καὶ ἐν ἄλλοις τόποις.Καὶ ἐν τῷ Spreaker καὶ ἐν τῷ YouTube ὑμῖν διαλέγεσθαι δύναμαι ἀποκρινομένοις. Καὶ ἐν τῷ Τουίτερ·https://twitter.com/RodericusἘν τῷ Facebook·https://www.facebook.com/Rodericus
Ἐνθάδε ἔξεστιν ὑμῖν τοῦ Ῥογήρου Τολέδο καὶ ἐμοῦ ἀκούειν περὶ ἄλλων τε καὶ περὶ τῶν θερινῶν μαθημάτων ἀρχαίων γλωσσῶν διαλεγομένων ἃ ἐν Ποσνανίᾳ τῆς Πολωνίας γενήσεται, οὗ μέλλομεν διδάσκαλοι παρεῖναι τῆς ἑλληνικῆς γλώσσης.Ὁ Ῥογῆρος ἐν τῷ YouTube·https://www.youtube.com/channel/UC4hkPN_CZCGfrL5-xYYMjbQΑἱ σελίδες τῶν θερινῶν μαθημάτων·https://scholaaestivaposnaniensis.wordpress.comhttps://www.facebook.com/events/549811658871862______________________________Τόδε το ἀκρόαμα πρῶτον ἐν τῷ Spreaker (https://www.spreaker.com/show/hellenizomen)φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube (https://www.youtube.com/playlist?list=PLekO5KfEokKtNDe9LH3zWUvR6rNmqlxHz)καὶ ἐν τῷ Spotify καὶ ἐν ἄλλοις τόποις.Καὶ ἐν τῷ Spreaker καὶ ἐν τῷ YouTube ὑμῖν διαλέγεσθαι δύναμαι ἀποκρινομένοις. Καὶ ἐν τῷ Τουίτερ·https://twitter.com/RodericusἘν τῷ Facebook·https://www.facebook.com/Rodericus
Τίνα μαθήματα καὶ ποῦ καὶ ποίους μαθητὰς εἴωθα διδάσκειν; Σήμερον ἐν βραχεῖ περὶ τῶν μαθημάτων τῆς ῥωμαϊκῆς γλώσσης (ἃ τῇ Familia Romana χρώμενος διδάσκω) καὶ τῆς νῦν ἑλληνικῆς γλώσσης λέγω.______________________________Τόδε το ἀκρόαμα πρῶτον ἐν τῷ Spreaker (https://www.spreaker.com/show/hellenizomen)φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube (https://www.youtube.com/playlist?list=PLekO5KfEokKtNDe9LH3zWUvR6rNmqlxHz)καὶ ἐν τῷ Spotify καὶ ἐν ἄλλοις τόποις.Καὶ ἐν τῷ Spreaker καὶ ἐν τῷ YouTube ὑμῖν διαλέγεσθαι δύναμαι ἀποκρινομένοις. Καὶ ἐν τῷ Τουίτερ·https://twitter.com/RodericusἘν τῷ Facebook·https://www.facebook.com/Rodericus
Μετὰ πολὺν χρόνον τὸ τρίτον ἀκρόαμα ποιῶ. Καὶ τούτου τὴν αἰτίαν, τὸ διὰ τί τοσοῦτον χρόνον ἀπῆν ἀσχολιῶν τινῶν ἕνεκα, καὶ ἄλλας ἀσχολίας ἀναφέρω περὶ μελλόντων πραγμάτων ἐν βραχεῖ λέγων.Ταύταις ταῖς ἡμέραις ῥᾷόν ἐστί μοι ἀκροάματα ποιεῖν, ἀλλὰ χαλεπά τινα ἐγένετο ἐν ᾧ τόδε τὸ ἀκρόαμα ἐποίουν οὐδὲ ἄπεστι τὰ κακὰ λεχθέντα· μείζονος οὖν χρόνου εἴη ἂν πάλιν τα πάντα ἄλλῃ ἡμέρᾳ ποιεῖν… ἢ ἄλλῃ ἑβδομάδι! Συγγνώμην ἔχετέ μου κακῶς λέγοντος.Σύνδεσμα περὶ ὧν ἐν τῷ λόγῳ εἶπον·Σύνοδοι ἑλληνιζόντων τῆς Ἱσπανίας· https://dialogoi.esΜαθήματα καὶ σύνοδος τῆς Φλωρεντίας· https://grecolatinovivo.it/firenze/dettagli-corso-332-lilivm-2019-bidvvm-florentinvm-latinitatis-vivae.htmΜαθήματα τῆς Ποσνανίας· https://scholaaestivaposnaniensis.wordpress.com/2019/02/18/schola-aestiva-posnaniensis-mmxix/ Τόδε το ἀκροάμα πρῶτον ἐν τῷ Spreaker (https://www.spreaker.com/user/5550644/hellenizomen-3)φαίνεται, ἔπειτα δὲ καὶ ἐν τῷ YouTube (https://www.youtube.com/playlist?list=PLekO5KfEokKtNDe9LH3zWUvR6rNmqlxHz)καὶ ἐν τῷ Spotify καὶ ἐν ἄλλοις τόποις.Καὶ ἐν τῷ Spreaker καὶ ἐν τῷ YouTube ὑμῖν διαλέγεσθαι δύναμαι ἀποκρινομένοις. Καὶ ἐν τῷ Τουίτερ·https://twitter.com/RodericusἜρρωσθε, ὦ φίλοι, καὶ ἑλληνίζετε.
Ἐν τῷδε τῷ δευτέρῳ ἀκροάματι περὶ βιβλίων ἐρωτῶ οἷς χρῆσθε τὴν ἀρχαίαν ἑλληνικὴν γλῶσσαν διδάσκοντες. Συγγνώμην ἔχετέ μου ἐνίοτε κακῶς ταῦτα τὰ μὴ προγεγραμμένα λέγοντος.Τὸ ἀκρόαμα ἀκούειν ἔξεστι καὶ ἐν τῷ YouTube·https://www.youtube.com/watch?v=vIcw7cBpbzQΚαὶ δὴ καὶ ἐν Spotify, iTunes…Ἔξεστί μοι ὑμῖν ἀποκρινομένοις διαλέγεσθαι καὶ ἐν τῷ Twitter (@Rodericus).
Χαίρετε! Ὄνομά μοι Ῥοδέριχός ἐστιν καὶ ἀκροάματα ἄρχομαι τῇ ἀρχαίᾳ ἑλληνικῇ γλώσσῃ ποιῶν.Καὶ ῥωμαϊστί·https://www.spreaker.com/show/intercapedines-latinae
Comments